Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.175 Joseph. AJ 8.179 (English) >>Joseph. AJ 8.183

8.177ὑπολάβῃ δὲ μηδείς, ὅτι τὰ τῆς πεύκης ξύλα τοῖς νῦν εἶναι λεγομένοις καὶ ταύτην ὑπὸ τῶν πιπρασκόντων τὴν προσηγορίαν ἐπὶ καταπλήξει τῶν ὠνουμένων λαμβάνουσίν ἐστι παραπλήσια. ἐκεῖνα γὰρ τὴν μὲν ἰδέαν ἐμφερῆ τοῖς συκίνοις γίνεται, λευκότερα δέ ἐστι καὶ στίλβει πλέον. 8.178τοῦτο μὲν πρὸς τὸ μηδένα τὴν διαφορὰν ἀγνοῆσαι μηδὲ τὴν φύσιν τῆς ἀληθοῦς πεύκης, ἐπεὶ διὰ τὴν τοῦ βασιλέως χρείαν ἐμνήσθημεν αὐτῆς, εὔκαιρον εἶναι καὶ φιλάνθρωπον δηλῶσαι νομίσαντες εἰρήκαμεν. 8.179

δὲ τοῦ χρυσοῦ σταθμὸς τοῦ κομισθέντος αὐτῷ τάλαντα ἑξακόσια καὶ ἑξήκοντα καὶ ἕξ, μὴ συγκαταριθμουμένου καὶ τοῦ ὑπὸ τῶν ἐμπόρων ὠνηθέντος μηδʼ ὧν οἱ τῆς Ἀραβίας τοπάρχαι καὶ βασιλεῖς ἔπεμπον αὐτῷ δωρεῶν. ἐχώνευσε δὲ τὸν χρυσὸν εἰς διακοσίων κατασκευὴν θυρεῶν ἀνὰ σίκλους ἀγόντων ἑξακοσίους. 8.180ἐποίησε δὲ καὶ ἀσπίδας τριακοσίας ἀγούσης ἑκάστης χρυσίου μνᾶς τρεῖς· ἀνέθηκε δὲ ταύτας φέρων εἰς τὸν οἶκον τὸν δρυμῶνα Λιβάνου καλούμενον. οὐ μὴν ἀλλὰ καὶ τὰ ἐκπώματα διὰ χρυσοῦ καὶ λίθου τὰ πρὸς τὴν ἑστίασιν ὡς ἔνι μάλιστα φιλοτεχνῶν κατεσκεύασε καὶ τὴν ἄλλην τῶν σκευῶν δαψίλειαν χρυσέαν ἅπασαν ἐμηχανήσατο· 8.181οὐδὲν γὰρ ἦν τις ἀργύρῳ ἐπίπρασκεν πάλιν ἐωνεῖτο, ἀλλὰ πολλαὶ γὰρ ἦσαν ναῦς, ἃς βασιλεὺς ἐν τῇ Ταρσικῇ λεγομένῃ θαλάττῃ καταστήσας παραγαγεῖν εἰς τὰ ἐνδοτέρω τῶν ἐθνῶν παντοίαν ἐμπορίαν προσέταξεν, ὧν ἐξεμπολουμένων ἄργυρός τε καὶ χρυσὸς ἐκομίζετο τῷ βασιλεῖ καὶ πολὺς ἐλέφας Αἰθίοπές τε καὶ πίθηκοι. τὸν δὲ πλοῦν ἀπιοῦσαί τε καὶ ἐπανερχόμεναι τρισὶν ἔτεσιν ἤνυον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.175 Joseph. AJ 8.179 (English) >>Joseph. AJ 8.183

Powered by PhiloLogic